Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.187 Joseph. BJ 3.195 (English) >>Joseph. BJ 3.202

3.192ἕρπειν τὰ πολλὰ παρὰ τὰς φυλακὰς κελεύσας τοῖς ἐξιοῦσιν καὶ τὰ νῶτα καλύπτειν νάκεσιν, ὡς εἰ καὶ κατίδοι τις αὐτοὺς νύκτωρ, φαντασίαν παρέχοιεν κυνῶν, μέχρι συναισθόμενοι τὴν ἐπίνοιαν οἱ φρουροὶ περιίσχουσιν τὴν χαράδραν. 3.193

Καὶ τόθʼ Ἰώσηπος μὲν τὴν πόλιν οὐκ εἰς μακρὰν ὁρῶν ἀνθέξειν, ἐν ἀπόρῳ δὲ τὴν ἑαυτῶν σωτηρίαν εἰ μένοι, δρασμὸν

-- --

ἅμα τοῖς δυνατοῖς ἐβουλεύετο. συναισθόμενοι δὲ τὸ πλῆθος καὶ περιχυθὲν αὐτῷ κατηντιβόλουν μὴ σφᾶς περιιδεῖν ἐπʼ αὐτῷ μόνῳ κειμένους· 3.194εἶναι γὰρ τῇ πόλει καὶ σωτηρίας μὲν ἐλπὶς παραμένων, παντὸς ἀγωνισομένου διʼ αὐτὸν προθύμως, κἂν ἁλῶσιν δέ, παραμυθίαν. 3.195πρέπειν δʼ αὐτῷ μήτε φυγεῖν τοὺς ἐχθροὺς μήτʼ ἐγκαταλιπεῖν τοὺς φίλους μήτʼ ἀποπηδᾶν ὥσπερ χειμαζομένης νεώς, εἰς ἣν ἐν γαλήνῃ παρῆλθεν· 3.196ἐπιβαπτίσειν γὰρ αὐτοῖς τὴν πόλιν μηδενὸς ἔτι τοῖς πολεμίοις τολμῶντος ἀνθίστασθαι διʼ ὃν ἂν θαρσοῖεν οἰχομένου. 3.197

δὲ Ἰώσηπος τὸ κατʼ αὐτὸν ἀσφαλὲς ὑποστελλόμενος ὑπὲρ αὐτῶν ἔφασκεν ποιεῖσθαι τὴν ἔξοδον· 3.198μένων μὲν γὰρ οὔτʼ ἂν ὠφελῆσαί τι μέγα σωζομένους, κἂν ἁλίσκωνται, συναπολεῖσθαι περιττῶς, ἐκδὺς δὲ τῆς πολιορκίας ἔξωθεν αὐτοὺς ὠφελήσειν μέγιστα· 3.199τούς τε γὰρ ἐκ τῆς χώρας Γαλιλαίους συναθροίσειν τάχος καὶ Ῥωμαίους ἑτέρῳ πολέμῳ τῆς πόλεως αὐτῶν ἀντιπερισπάσειν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.187 Joseph. BJ 3.195 (English) >>Joseph. BJ 3.202

Powered by PhiloLogic